Εμφάνιση αναρτήσεων με ετικέτα Στασίνος (Αρχαίος επικός ποιητής). Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα Στασίνος (Αρχαίος επικός ποιητής). Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 14 Νοεμβρίου 2014

[Κι έτσι έπιναν ...]

Κι έτσι έπιναν κ΄έτσι έτρωγαν αράδα ολημερίς, 
από τα σπίτια τους χωρίς 
να φέρνουν τίποτα κι αυτοί γιατί είχεν ο Αγαμέμνονας 
φροντίσει για όλα από ενωρίς. 

[Και με τον ούριον άνεμο..]

Και με τον ούριον άνεμο και τη γαληνεμένη 
τη θαλασσαν ο Αλέξανδρος φτάνει απ΄τη Σπάρτη στο Ίλιο
- γοργό ταξίδι τριήμερο - φέρνοντας την Ελένη

Σάββατο 5 Απριλίου 2014

Στασίνος (μικρή αναφορά)

Ο Στασίνος ήταν Έλληνας αρχαίος επικός ποιητής από την Κύπρο.

Του αποδίδεται η συγγραφή του βιβλίου Κύπρια Έπη, του οποίου σώζονται ελάχιστα αποσπάσματα από τον Φώτιο στη Μυριόβιβλό του. Το βιβλίο αναφέρει τα γεγονότα πριν τον Τρωικό πόλεμο μέχρι την Ιλιάδα του Ομήρου, αποδίδεται δε και στον Ηγησία, με επικρατέστερο τον Στασίνο.
Σύμφωνα με μια παράδοση, γυναίκα του ήταν η Αρσιφόνη, κόρη του Ομήρου. Ο Όμηρος, επειδή ήταν φτωχός, του έδωσε προίκα το ποίημα Κύπρια έπη. Ο Αδαμάντιος Κοραής στα Άτακτα αναφέρει ότι η Αρσιφόνη ήταν γυναίκα του Ομήρου, γνωστή επίσης ως Αρσινόη.

Κύπρια έπη (απόσπασμα)

1 Ην ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμενα
Βαθυστέρνου πλάτος αἴης.
Ζεὺς δὲ ἰδὼν ἐλέησε, καὶ ἐν πυκιναῖς πραπίδεσσι
Σύνθετο κουφίσαι, ἀνθρώπων παμβώτορα γαῖαν,
Ῥιπίσας πολέμου μεγάλην ἔριν Ἰλιάκοιο·
Ὄφρα κενώσειεν θανάτῳ βάρος· οἱ δ᾽ ἐνὶ Τροίῃ
῞Ηρωες κτείνοντο. Διὸς δὲ τελείετο βουλή.
4 εἵματα μὲν χροὶ ἕστο τά οἱ Χάριτές τε καὶ Ὧραι
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν,
οἷα φοροῦσ᾽ ὧραι, ἔν τε κρόκῳ ἔν θ᾽ ὑακίνθῳ
ἔν τε ἴῳ θαλέθοντι ῥόδου τ᾽ ἐνὶ ἄνθει καλῷ,
ἡδέι νεκταρέῳ, ἔν τ᾽ ἀμβροσίαις καλύκεσσιν
ἄνθεσι ναρκίσσου καλλιρρόου δ᾽ οια Ἀφροδίτη
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
5 ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομειδὴς Ἀφροδίτη
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα γαίης
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι,
Νύμφαι καὶ Χάριτες, ἅμα δὲ χρυσῆ Ἀφροδίτη,
καλὸν ἀείδουσαι κατ᾽ ὄρος πολυπιδάκου Ἴδης.
8 Κάστωρ μὲν θνητός, θανάτου δέ οἱ αἶσα πέπρωται·
αὐτὰρ ὅ γ᾽ ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος.
9 τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε, θαῦμα βροτοῖσι·
τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
Ζηνὶ θεῶν βασιλῆι τέκεν κρατερῆς ὑπ᾽ ἀνάγκης.
φεῦγε γὰρ οὐδ᾽ ἔθελεν μιχθήμεναι ἐν φιλότητι
πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
φεῦγεν, Ζεὺς δ᾽ ἐδίωκε· λαβεῖν δ᾽ ἐλιλαίετο θυμῷ
ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἰχθύι εἰδομένην, πόντον πολὺν ἐξορόθυνεν,
ἄλλοτ᾽ ἀν᾽ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης,
ἄλλοτ᾽ ἀν᾽ ἤπειρον πολυβώλακα. γίγνετο δ᾽ αἰεὶ
θηρί᾽ ὅσ᾽ ἤπειρος αἰνὰ τρέφει, ὄφρα φύγοι νιν.
15 αἶψα δὲ Λυγκεὺς
Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς.
ἀκρότατον δ᾽ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν
Τανταλίδου Πέλοπος, τάχα δ᾽ εἴσιδε κύδιμος ἥρως
δεινοὶς ὀφθαλμοῖσιν ἔσω δρυὸς ἄμφω κοίλης,
Κάστορά θ᾽ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκεα.
νύξε δ᾽ ἄρ᾽ ἄγχι στὰς μεγάλην δρῦν.
16 οὐκ ἀπ᾽ ἐμοῦ σκεδάσεις ὄχλον, ταλαπείριε πρέσβυ;
17 οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
18 Ζῆνα δὲ τὸν [θ᾽] ἔρξαντα καὶ ὃς τάδε πάντ᾽
ἐφύτευσεν
οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος ἔνθα καὶ αἰδώς.
19 οὐκ ἐφάμην Ἀχιλῆι χολώσειν ἄλκιμον ἦτορ
ὧδε μάλ᾽ ἐκπάγλως, ἐπειδὴ μάλα μοι φίλος ἤην.
20 τῷ δ᾽ ὑποκυσαμένη τέκε Γοργόνας, αἰνὰ
πέλωρα,
αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῷ βαθυδίνῃ,
νῆσον πετρήεσσαν.

[1] Η Νέμεση, κόρη της Νύχτας, προκάλεσε τον ερωτική επιθυμία του Δία, ο οποίος την κατεδίωξε. Για να του ξεφύγει άλλαζε συνέχεια μορφές, ώσπου έγινε χήνα. Τότε ο πατέρας των θεών μεταμορφώθηκε ε κύκνο και ενώθηκε μαζί της. Η Νέμεση γέννησε ένα ωό, που το βρήκαν βοσκοί και το έδωσαν στην Λήδα. Από το ωό αυτό γεννήθηκαν η Ελένη και οι Διόσκουροι Κάστωρ και Πολυδεύκης.
[2] Οι Διόσκουροι, Κάστωρ και Πολυδεύκης, έκλεψαν τα κοπάδια του Λυγκέα και του Ίδα, των γιών του Αφαρέα. Οι δυο παθόντες τους συνέλαβαν επ’ αυτοφώρω, και τότε ο Ίδας σκότωσε τον Κάστορα. Στην συνέχεια όμως ο Πολυδεύκης σκότωσε τον Ίδα και τον Λυγκέα. Ο Δίας χάρισε στου Διόσκουρους την αθανασία, στην οποία εναλλάσσονταν οι δύο αδελφοί, την μία ημέρα ο ένας και την άλλη ο άλλος.

από: http://eleysis69.wordpress.com

Κύρπια έπη (απόσπασμα)

1 ἦν ὅτε μυρία φῦλα κατὰ χθόνα πλαζόμεν΄ αἰεὶ
<ἀνθρώπων ἐπίεζε> βαρυστέρνου πλάτος αἴης͵
Ζεὺς δὲ ἰδὼν ἐλέησε καὶ ἐν πυκιναῖς πραπίδεσσι
κουφίσαι ἀνθρώπων παμβώτορα σύνθετο γαῖαν͵
ῥιπίσσας πολέμου μεγάλην ἔριν Ἰλιακοῖο͵
ὄφρα κενώσειεν θανάτωι βάρος. οἱ δ΄ ἐνὶ Τροίηι
ἥρωες κτείνοντο͵ Διὸς δ΄ ἐτελείετο βουλή.
4 εἵματα μὲν χροῒ ἕστο͵ τά οἱ Χάριτές τε καὶ Ὧραι
ποίησαν καὶ ἔβαψαν ἐν ἄνθεσιν εἰαρινοῖσιν͵
οἷα φέρουσ΄ ὧραι͵ ἔν τε κρόκωι͵ ἔν θ΄ ὑακίνθωι͵
ἔν τε ἴωι θαλέθοντι ῥόδου τ΄ ἐνὶ ἄνθεϊ καλῶι
ἡδέι νεκταρέωι͵ ἔν τ΄ ἀμβροσίαις καλύκεσσιν
αἰθέσι ναρκίσσου καλλιπνόου. ὧδ΄ Ἀφροδίτη
ὥραις παντοίαις τεθυωμένα εἵματα ἕστο.
5 ἣ δὲ σὺν ἀμφιπόλοισι φιλομμειδὴς Ἀφροδίτη
πλεξάμεναι στεφάνους εὐώδεας ἄνθεα ποίης
ἂν κεφαλαῖσιν ἔθεντο θεαὶ λιπαροκρήδεμνοι͵
Νύμφαι καὶ Χάριτες͵ ἅμα δὲ χρυσέη Ἀφροδίτη͵
καλὸν ἀείδουσαι κατ΄ ὄρος πολυπιδάκου Ἴδης.
8 Κάστωρ μὲν θνητός͵ θανάτου δέ οἱ αἶσα πέπρωται͵
αὐτὰρ ὅ γ΄ ἀθάνατος Πολυδεύκης͵ ὄζος Ἄρηος.
9 τοὺς δὲ μέτα τριτάτην Ἑλένην τέκε θαῦμα βροτοῖσι·
τήν ποτε καλλίκομος Νέμεσις φιλότητι μιγεῖσα
Ζηνὶ θεῶν βασιλῆϊ τέκε κρατερῆς ὑπ΄ ἀνάγκης·
φεῦγε γὰρ οὐδ΄ ἔθελεν μιχθήμεναι ἐν φιλότητι
πατρὶ Διὶ Κρονίωνι· ἐτείρετο γὰρ φρένας αἰδοῖ
καὶ νεμέσει· κατὰ γῆν δὲ καὶ ἀτρύγετον μέλαν ὕδωρ
φεῦγε͵ Ζεὺς δ΄ ἐδίωκε -λαβεῖν δ΄ ἐλιλαίετο θυμῶι-
ἄλλοτε μὲν κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης
ἰχθύι εἰδομένην πόντον πολὺν ἐξοροθύνων͵
ἄλλοτ΄ ἀν΄ Ὠκεανὸν ποταμὸν καὶ πείρατα γαίης͵
ἄλλοτ΄ ἀν΄ ἤπειρον πολυβώλακα· γίγνετο δ΄ αἰνὰ
θηρί΄͵ ὅσ΄ ἤπειρος πολλὰ τρέφει͵ ὄφρα φύγοι νιν.
15 αἶψα δὲ Λυγκεὺς
Τηΰγετον προσέβαινε ποσὶν ταχέεσσι πεποιθώς.
ἀκρότατον δ΄ ἀναβὰς διεδέρκετο νῆσον ἅπασαν
Τανταλίδ<εω> Πέλοπος͵ τάχα δ΄ εἴσιδε κύδιμος ἥρως
δεινοῖς ὀφθαλμοῖσιν ἔσω κοΐλης δρυὸς ἄμφω͵
Κάστορά θ΄ ἱππόδαμον καὶ ἀεθλοφόρον Πολυδεύκ<εα>·
νύξε δ΄ ἄρ΄ ἄγχι στὰς μεγάλην δρῦν < >
16 οὐκ ἀπ΄ ἐμοῦ σκεδάσεις ὄχλον͵ ταλαπείριε πρέσβυ;
17 οἶνόν τοι͵ Μενέλαε͵ θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
18 Ζῆνα δὲ τόν τ΄ ἔρξαντα καὶ ὃς τάδε πάντ΄ ἐφύτευσεν
οὐκ ἐθέλει νεικεῖν· ἵνα γὰρ δέος͵ ἔνθα καὶ αἰδώς.
25 οὐκ ἐφάμην Ἀχιλῆϊ χολωσέμεν ἄλκιμον ἦτορ
ὧδε μάλ΄ ἐκπάγλως͵ ἐπεὶ ἦ μάλα μοι φίλος ἤην.
32 τῶι δ΄ ὑποκυσαμένη τέκε Γοργόνας͵ αἰνὰ πέλωρα͵
αἳ Σαρπηδόνα ναῖον ἐν ὠκεανῶι βαθυδίνηι
νῆσον πετρήεσσαν.
33 νήπιος͵ ὃς πατέρα κτείνας παῖδας καταλείπει.
38 φύρετο δ΄ ἄλφιτα
40 ἔπλεον εἰς Σκῦρον Δολοπηίδα